Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.236 Joseph. AJ 10.241 (English) >>Joseph. AJ 10.245

10.239

Ταῦτʼ ἀκούσας καλεῖ τὸν Δανίηλον Βαλτασάρης καὶ διαλεχθεὶς ὡς πύθοιτο περὶ αὐτοῦ καὶ τῆς σοφίας, ὅτι θεῖον αὐτῷ πνεῦμα συμπάρεστι καὶ μόνος ἐξευρεῖν ἱκανώτατος μὴ τοῖς ἄλλοις εἰς ἐπίνοιαν ἔρχεται, φράζειν αὐτῷ τὰ γεγραμμένα καὶ τί σημαίνει μηνύειν ἠξίου· 10.240τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφʼ τούτων ἔτυχε πυνθανομένοις. 10.241Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου· τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δʼ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδʼ οἷς πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι· 10.242ἀλλὰ καὶ Ναβουχοδονοσόρου μεταστάντος εἰς δίαιταν θηρίων ἐφʼ οἷς ἠσέβησε καὶ μετὰ πολλὰς ἱκεσίας καὶ δεήσεις ἐλεηθέντος ἐπανελθεῖν εἰς τὸν ἀνθρώπινον βίον καὶ τὴν βασιλείαν, καὶ διὰ ταῦτα τὸν θεὸν ὡς τὴν ἅπασαν ἔχοντα δύναμιν καὶ προνοούμενον τῶν ἀνθρώπων μέχρις οὗ καὶ ἐτελεύτησεν ὑμνοῦντος, λήθην αὐτὸς ἔλαβε τούτων καὶ πολλὰ μὲν ἐβλασφήμησε τὸ θεῖον, τοῖς δὲ σκεύεσιν αὐτοῦ μετὰ τῶν παλλακίδων διηκονεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.236 Joseph. AJ 10.241 (English) >>Joseph. AJ 10.245

Powered by PhiloLogic